Κυριακή 22 Απριλίου 2018

Δηλώσεις Ερντογάν-Παυλόπουλου στην ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ


«ἡμεῖς μὲν οὐκ ἐπιθυμοῦμεν πολεμῆσαι τοῖς Ἕλλησιν. Ὁρῶμεν δὲ τὴν Ἑλλάδα ὅμορον ἡμῖν οὖσαν. Καὶ εἴ τινες ἔχθραι ἀλλήλοις εἰσί, βουλόμεθα αὐτὰς διαλῦσαι. Δεῖ εἰρήνης τοῖς ἀνθρώποις. Ἡ δὲ πρὸς τοὺς Ἕλληνας εἰρήνη οὐδεμιᾷ ἄλλῃ ἔοικεν». Ταῦτα δὴ ἔλεξεν Ἐρντογάν, ὁ τῆς Τουρκίας ἄρχων. 
Πρὸς ταῦτα Προκόπιος Παυλόπουλος, ὁ τῆς Ἑλληνικῆς Δημοκρατίας προεστὼς εἶπεν: «οἱ τοιοῦτοι λόγοι οὐδενὸς ἄξιοί εἰσιν, εἰ μὴ ἕπονται τοῖς ἔργοις». Καὶ ευθὺς ἐχρήσατο παραδείγματι τοῖς δύο ἀξιωματικοῖς τοῦ ἡμετέρου στρατοῦ, οἳ ἀδίκως καὶ παρανόμως, ἔφη, καθειργμένοι εἰσὶν ἐν τῷ τῆς Ἀδριανουπόλεως δεσμωτηρίῳ.  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου