Δευτέρα 2 Μαΐου 2016

ΥΠΟΘΕΤΙΚΟΙ ΛΟΓΟΙ

Να προσδιοριστεί το είδος των υποθετικών λόγων (φανερών-λανθανόντων- εξαρτημένων) στα παραδείγματα που ακολουθούν: 


1. ᾿Εγὼ γὰρ ἡγοῦμαι καὶ τὴν πόλιν ἡμᾶς ἄμεινον οἰκήσειν καὶ βελτίους αὐτοὺς ἔσεσθαι καὶ πρὸς ἁπάσας τὰς πράξεις ἐπιδώσειν, ἢν παυσώμεθα τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες.  

2. οὐδ' ὁπότε μὲν δόξειεν αὐτοῖς, τριακοσίους βοῦς ἔπεμπον, ὁπότε δὲ τύχοιεν, τὰς πατρίους θυσίας ἐξέλειπον· οὐδὲ τὰς μὲν ἐπιθέτους ἑορτὰς, αἷς ἑστίασίς τις προσείη, μεγαλοπρεπῶς ἦγον, ἐν δὲ τοῖς ἁγιωτάτοις τῶν ἱερῶν ἀπὸ μισθωμάτων ἔθυον.

3. Εἰ μὲν ὅμοιος ἦν λόγος μέλλων ἀναγνωσθήσεσθαι τοῖς πρὸς τοὺς ἀγῶνας πρὸς τὰς ἐπιδείξεις γιγνομένοις, οὐδὲν ἂν οἶμαι προδιαλεχθῆναι περὶ αὐτοῦ.

4. μὴ γὰρ τούτων δηλωθεισῶν πολλοῖς ἂν ἴσως ἄτοπος εἶναι δόξειεν.

5. ἔπειτα χρημάτων ηὐπόρει καὶ ἔπραττεν δόξειεν αὐτῷ, οὐ προλέγων ἐν τοῖς ψηφίσμασιν, οὐδ' ἐν τῷ φανερῷ βουλευόμενος, οὐδ' ὑπὸ τῶν συκοφαντούντων κρινόμενος.


6. λέγων ὅτι θεῖος εἴη ᾿Αστυφίλῳ καὶ ἀποφανοίη διαθήκας ἐκεῖνον καταλελοιπότα, εἴ τις αὐτῷ κοινώσαιτο·

7. ὁ δὲ Κῦρος γιγνώσκων ὅτι οἴχοιτο συστήσων εἴ τι δύναιτο ἀντίπαλον ἑαυτῷ, ἀντιπαρεσκευάζετο ἐρρωμένως, ὡς μάχης ἔτι δεῆσον.

8. ᾿Αλλ' εἴ τις θεῶν αἵρεσίν σοι δοίη, μετὰ ποίας ἂν ἐπιμελείας καὶ διατριβῆς εὔξαιο τὸν βίον διαγαγεῖν, οὐδεμίαν ἕλοι' ἂν, εἴπερ ἐμοὶ συμβούλῳ χρῷο, μᾶλλον ἢ ταύτην.

ι. εἰ δὲ καὶ τῷ ἡγεμόνι πιστεύσομεν ὃν ἂν Κῦρος διδῷ, τί κωλύει καὶ τὰ ἄκρα ἡμῖν κελεύειν Κῦρον προκαταλαβεῖν; ἐγὼ γὰρ ὀκνοίην μὲν ἂν εἰς τὰ πλοῖα ἐμβαίνειν ἃ ἡμῖν δοίη,  μὴ ἡμᾶς ταῖς τριήρεσι καταδύσῃ, φοβοίμην δ' ἂν τῷ ἡγεμόνι ὃν δοίη ἕπεσθαι, μὴ ἡμᾶς ἀγάγῃ ὅθεν οὐκ ἔσται ἐξελθεῖν. 
10.  εδ' ἡ πόλις δοίη ἑκάστῃ αὐτῶν ἴσα ἀνδράποδα, αἱ δὲ κοινωσάμεναι τὴν τύχην καινοτομοῖεν, οὕτως ἄν, εἰ μία εὕροι, πάσαις ἂν λυσιτελὲς ἀποδείξειεν, εἰ δὲ δύο ἢ τρεῖς ἢ τέτταρες ἢ αἱ ἡμίσειαι εὕροιεν, δῆλον ὅτι <ἔτι> λυσιτελέστερα ἂν τὰ ἔργα ταῦτα γίγνοιτο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου