Πέμπτη 14 Μαΐου 2015

από τον πλάγιο στον ευθύ: παραδείγματα



Να γίνει μεταφορά του λόγου από τον πλάγιο στον ευθύ
1. ἐλογιζόμην, εἰ ταῦτα προθύμως σοι συλλάβοιμι, ὡς οἰκεῖός τέ σοι ἐσοίμην καὶ ἐξέσοιτό μοι διαλέγεσθαί σοι ὁπόσον χρόνον βουλοίμην.   

2. τὰ τέλη τῶν Λακεδαιμονίων ὑπέσχετο αὐτοῖς, ἢν ἐπὶ Ποτείδαιαν ἴωσιν ᾿Αθηναῖοι, ἐς τὴν ᾿Αττικὴν ἐσβαλεῖν. 

3.  εἰ δὲ λάβοι ἀφορμὴν καὶ ναῦς, καὶ πολεμήσειν ὑπισχνεῖτο τοῖς ᾿Αθηναίοις, ὥστε μὴ ἔχειν ἐκείνοις καλῶς τὰ ἐν ῾Ελλησπόντῳ.  

4.  ὁ δ' ἦγε μὲν οὐδέν, ἀπήγγελλε δὲ ὅτι ἐπαινοίη αὐτοὺς καὶ ᾿Αναξίβιος ὁ ναύαρχος καὶ οἱ ἄλλοι, καὶ ὅτι ὑπισχνεῖτο ᾿Αναξίβιος, εἰ ἀφίκοιντο ἔξω τοῦ Πόντου, μισθοφορὰν αὐτοῖς ἔσεσθαι.

5.  πρὸς δὲ τούτοις ἐλογίζετο ὡς εἰ πάντες οἱ κοινῶνες θεοσεβεῖς εἶεν, ἧττον ἂν αὐτοὺς ἐθέλειν περί τε ἀλλήλους ἀνόσιόν τι ποιεῖν καὶ περὶ ἑαυτόν, εὐεργέτης νομίζων εἶναι τῶν κοινώνων.

6.  Φωκεῖς μέντοι οὐκ ἠκολούθουν, λέγοντες ὅτι συνθῆκαι σφίσιν αὐτοῖς εἶεν, εἴ τις ἐπὶ Θήβας ἴοι, βοηθεῖν. Ὁ μέντοι ᾿Επαμεινώνδας ἐλογίζετο καὶ ἐν Πελοποννήσῳ σφίσιν ὑπάρχειν ᾿Αργείους τε καὶ Μεσσηνίους καὶ ᾿Αρκάδων τοὺς τὰ σφέτερα φρονοῦντας.

7. ᾿Εκ τούτου δὲ Φαρνάβαζος φοβούμενος τὸ στράτευμα μὴ ἐπὶ τὴν αὑτοῦ χώραν στρατεύηται, πέμψας πρὸς ᾿Αναξίβιον τὸν ναύαρχον ἐδεῖτο διαβιβάσαι τὸ στράτευμα ἐκ τῆς ᾿Ασίας, καὶ ὑπισχνεῖτο πάντα ποιήσειν αὐτῷ ὅσα δέοι.

8.  καὶ ὁ ᾿Αναξίβιος μετεπέμψατο τοὺς στρατηγοὺς καὶ λοχαγοὺς εἰς Βυζάντιον, καὶ ὑπισχνεῖτο, εἰ διαβαῖεν, μισθοφορὰν ἔσεσθαι τοῖς στρατιώταις.

9.  Ξενοφῶν δὲ εἶπεν αὐτῷ ὅτι ἀπαλλάξοιτο ἤδη ἀπὸ τῆς στρατιᾶς καὶ βούλοιτο ἀποπλεῖν. ὁ δὲ ᾿Αναξίβιος ἐκέλευσεν αὐτὸν συνδιαβάντα ἔπειτα οὕτως ἀπαλλάττεσθαι. ἔφη οὖν ταῦτα ποιήσειν.

10. Κατ' ἐκεῖνον μὲν γὰρ τὸν χρόνον συνεβούλευον ὡς χρὴ διαλλάξαντά σε τὴν πόλιν τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων καὶ τὴν Θηβαίων καὶ τὴν ᾿Αργείων εἰς ὁμόνοιαν καταστῆσαι τοὺς ῞Ελληνας, ἡγούμενος, ἂν τὰς προεστώσας πόλεις πείσῃς οὕτω φρονεῖν, ταχέως καὶ τὰς ἄλλας ἐπακολουθήσειν.

11. Ταῦτα δ' ἀκούοντες ἐδέοντό μου πάντες παρακελεύεσθαί σοι καὶ προτρέπειν ἐπὶ τῶν αὐτῶν τούτων μένειν, ὡς οὐδέποτ' ἂν γενομένων οὔτε καλλιόνων ἔργων οὔτ' ὠφελιμωτέρων τοῖς ῞Ελλησιν οὔτ' ἐν καιρῷ μᾶλλον πραχθησομένων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου